Ancient Greek · ~4 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.478
Not analysed yet
ἐκεῖνο πῦρ, ὑφ' οὗ φασι τά τε στοιχεῖα καὶ τὸν κόσμον γεγονέναι, πῶς ταῦτ' ἔχει τὰ γεννήματα καὶ ποιήματα καὶ πλάσματα; οὐ μᾶλλον <ἢ> χρυσοῦ περιθήσει ποθ' ὁ κεραμεὺς ποιότητα τοῖς ἐκ πηλοῦ πλαττομένοις ὑπ' αὐτοῦ. ὁ μὲν οὖν ἰατρὸς συντιθεὶς ἐκ πολλῶν φαρμάκων ἕτερον φάρμακον ἰδίαν ποιότητα πάντων ἐχόντων ποιὸν ἕτερον ἐκ τῆς μίξεως ποιεῖ· τὸν Δία δ' οὔ φασι μῖξαι τῇ πρώτῃ οὐσίᾳ καὶ σχηματότητα οὐδὲ μηκότητα οὐδὲ τῶν ἄλλων τι συμβεβηκότων. εἰ δὲ μίγνυσιν ὄντα καὶ αὐτά, δῆλον ὡς ἀΐδια ταῦτ' ἐστίν, <καὶ> πῶς ἔτι μόνην λέγουσι τὴν πρώτην ὕλην ἀΐδιον τὴν ἄποιον, οὐχὶ δὲ καὶ τὰς ἄλλας ποιότητας καὶ πάντα τὰ συμβαίνοντα; οὐδὲ γὰρ ποιητὴν εἶναί φασι καθάπερ τινὰ χειροτέχνην τὸν Δία, ἀλλ' ὅλον δι' ὅλης τῆς ὕλης διεληλυθότα πάντων δημιουργὸν γεγονέναι. τήν τε πηλικότητα τοῦ θείου πυρὸς καὶ τὰ ἐπὶ μέρους τῇ πηλικότητι συμβεβηκότα, τό τε μῆκος καὶ πλάτος καὶ βάθος, καὶ πρὸς τούτοις τὸ λογικὸν αὐτοῦ καὶ τὴν μακαριό|