Ancient Greek · ~2 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.484
Not analysed yet
οὖν κἂν ἄνθρωπον ὁρίζωμαι κἂν ἵππον κἂν βοῦν, ζῷον γενητὸν καὶ θνητὸν ἐρῶ, ἅπερ ἐστὶ κοινά, προσαποδώσω δὲ τὴν ἑκάστου ἰδιότητα, οὕτω καὶ τῶν συμβεβηκότων ἕκαστον ὁριζόμενοι λεγέτωσαν οὐσίαν σωματικὴν τριχῇ διαστατὴν μετὰ ἀντιτυπίας. Ταῦτα τοὺς Στωϊκούς, φίλε Πίνδαρε, λύειν ἀξίου μὴ συγκατασπῶντας ἑαυτοῖς ἄλλους ὡς τοῖς αὐτοῖς ἐνεχομένους πταίσμασιν, ἀλλ' ἀποσκευαζομένους τὰ ἐγκλήματα. οὐ γάρ ἐστιν [ἡ] ἀντιλογία τῶν ψευδοδοξιῶν ἡ κοινωνία πρὸς ἑτέρους, ἀλλ' ἡ λύσις.