Ancient Greek · ~4 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.483
Not analysed yet
ὅτι δὲ οὐκ ἔστι τῶν συμβεβηκότων ἕκαστον σῶμα, κἀκ τούτου τις ἂν μάθοι· μύοντες γὰρ σῶμα μὲν τῇ θίξει χρόνῳ καταλαμβάνομεν, χρόαν δὲ ἢ χυμὸν οὐ συγκαταλαμβάνομεν οὐδὲ σχῆμα κατὰ τὴν θῖξιν τοῦ σώματος· ἐχρῆν δὲ καὶ τούτων ἕκαστον ὑπὸ τῆς ὑλικῆς καὶ μὴ κατὰ περίληψιν θίξεως καταλαμβάνεσθαι. οὐδὲ γάρ ἐστι λόγῳ θεωρητὴ φέρε ἡ τοῦ μήλου στρογγυλότης. ὁ δ' ὅμοιος περὶ τοῦ χυμοῦ λόγος. εἴ τε καὶ τῶν συμβεβηκότων ἕκαστον σῶμά ἐστι, τί βουλόμενοι τὸ σῶμα μόνον φασὶν ἐπ' ἄπειρον τέμνεσθαι, οὐχὶ δὲ καὶ τὸ σχῆμα, φέρε δὲ καὶ τὴν γλυκύτητα καὶ τῶν ἄλλων ἕκαστον, οὐ τῷ κατὰ συμπλοκὴν τρόπῳ φημί, οὐδὲ κατὰ ἀναφορὰν ἐπὶ τὸ συνήθως καλούμενον σῶμα, ἀλλ' ἀπ' εὐθείας; διὰ τί δὲ μόνου, καθάπερ ἔφην, τοῦ σώματος τοῦτον ὅρον εἶναί φασι, τὸ τριχῇ διαστατὸν μετ' ἀντιτυπίας, οὐχὶ δὲ καὶ χρόαν καὶ χυλὸν καὶ χυμὸν καὶ τῶν λοιπῶν συμβεβηκότων ἕκαστον οὕτως ὁρίζονται; εἰ δὲ σώμα<τα> πάντα ταῦτ' εἶναί φασι (κἂν γὰρ ἐπ' εἴδους διαφέρῃ, κοινῶς γε πάντα σώματα εἶναί φασιν), ὥσπερ |