Ancient Greek
Volume 19
Galen, Quomodo morborum simulantes sint deprehendendi 19.1
Not analysed yet
ΓΑΛΗΝΟΥ ΠΩΣ ΧΡΗ ΕΞΕΛΕΓΧΕΙΝ ΤΟΥΣ ΠΡΟΣΠΟΙΟΥΜΕΝΟΥΣ ΝΟΣΕΙΝ Διὰ πολλὰς αἰτίας ἄνθρωποι πλάττονται νοσεῖν. δοκεῖ δ' ἰατρῷ προσήκειν ἡ τῆς ἀληθείας εὕρεσις ἐν τοῖς τοιούτοις ἅπασι, καὶ τοῦτον οἱ ἰδιῶται ἀξιοῦσι διακρίνειν τοὺς ψευδομένους τῶν ἀληθευόντων. καὶ γὰρ φλεγμονὴν καὶ ἐρυσίπελας καὶ οἰδήματα γεγονότα ἐξεπίτηδες ὑπό τινος τῶν ἔξωθεν φαρμάκων ἔνεστι φωρᾶσαι καὶ δια|