Ancient Greek
Volume 19
Galen, Quomodo morborum simulantes sint deprehendendi 19.2
Not analysed yet
κρῖναι τοῖς ἰατροῖς ἀπὸ τῶν ἐξ αὐτοῦ τοῦ σώματος ὁρμωμένων παθῶν, οὕτως δὲ καὶ πτύσιν αἵματος ἐκ τῶν κατὰ τὸ στόμα χωρίων γιγνομένην ἀπὸ τῆς ἐκ στομάχου καὶ κοιλίας ἤ τινος τῶν ἀναπνευστικῶν ὀργάνων. ἐφωράθησαν γοῦν ἤδη τινὲς ἀναβήττοντες ἐπὶ τῇ τελευτῇ τῆς βηχὸς ἀναπτύοντες αἷμα, φλεβὸς αὐτοῖς ἑτοίμως ἀναστομουμένης κατά τι μέρος τῶν οὔλων, ἣν ὁπότε βουληθεῖεν μυζήσαντες τῇ γλώττῃ καὶ βήξαντες δῆθεν ἀπέπτυον ὡς κάτωθεν ἀνηνεγμένον αἷμα. καὶ <ἄλλοι> παραληρεῖν προσεποιήσαντο καὶ †μωραίνεσθαι †καὶ μωραίνειν ἕτερα τοιαῦτα. ἅπαντα δὲ προσήκειν τοῖς ἰατροῖς ἐξευρίσκειν τε καὶ διακρίνειν ἀλλήλων οἱ ἰδιῶται νομίζουσιν, ἐν δὲ δὴ τούτοις καὶ πόνον ἰσχυρόν, ὃς δὴ δοκεῖ †δυσέκδυτος †εἶναι. καὶ καλούμενόν γέ τινα παρὰ τῶν πολιτῶν εἰς ἐκκλησίαν οἶδα πλασάμενον ὀδύνην κωλικήν, ὅπως μὴ παραγένοιτο, δόξαν αὐτῷ συμφέρειν οὕτως. ἐφ' οὗ κατὰ μὲν αὐτὸν τὸν καιρὸν ὑπενόησα ψεύδεσθαι τὸν ἄνθρωπον, ὕστερον δὲ καὶ αὐτὸς ὡμολόγησέ μοι. πυριάματα δ' οὖν ἑαυτῷ προσφέρειν