Ancient Greek
1 to 9
Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat 1-9
Not analysed yet
Τοὺϲ ὑγιεινὰ τὰ ϲώματα ἔχονταϲ ἐργῶδεϲ καθαίρειν· καὶ γὰρ ἰλιγγιῶϲι καὶ ϲτροφοῦνται, καὶ δυϲχερῶϲ αὐτοῖϲ ἡ κάθαρϲιϲ προχωρεῖ, καὶ πρὸϲ τούτοιϲ ἔτι ταχέωϲ ἐκλύονται· γίνεται δὲ ταῦτα πάντα, τοῦ καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν ἐφιεμένου χυμόν, τῷ δ᾿ ἀπορεῖν αὐτοῦ τὸ οἷμα καὶ τὰϲ ϲάρκαϲ ϲυντήκοντοϲ, ἵνα ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον. τοὺϲ δ᾿ ὑγιαίνονταϲ μὲν ἔτι, νοϲήϲανταϲ δ᾿ ἄν, εἰ μὴ κενωθεῖεν, φθάνειν χρὴ κενοῦν εἰϲβάλλοντοϲ |ἦροϲ, ἤτοι διὰ φλεβοτομίαϲ, εἰ πληθωρικοῖϲ ἁλίϲκοιντο νοϲήμαϲιν, ἢ διὰ καθάρϲεωϲ, εἰ τοῖϲ κατὰ διαφθοράν. ἡμεῖϲ γοῦν καὶ ποδάγραν καὶ ἀρθρῖτιν ἀρχομένην καὶ μήπω περὶ τοῖϲ ἄρθροιϲ εἰργαϲμένην πώρουϲ ἐκ τῆϲ τοιαύτηϲ κενώϲεωϲ ἐτῶν ἤδη πολλῶν ἐκωλύϲαμεν γίνεϲθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀποπληξίαν, ἐπιληψίαν, μελαγχολίαν, ἄλλα τοιαῦτα χρόνια πάθη διὰ τῆϲ εἰρημένηϲ κενώϲεωϲ ἐπὶ πολλῶν ἀνθρώπων ἐπαύϲαμεν. ἐνίοιϲ μὲν οὖν ϲυμφέρει κενοῦϲθαι τοὺϲ φλεγματώδειϲ χυμούϲ, ἐνίοιϲ δὲ τοὺϲ πικροχόλουϲ, ἐνίοιϲ δὲ τοὺϲ μελαγχολικούϲ, ἐνίοιϲ δ᾿ ὀρῶδεϲ περίττωμα κατὰ τὴν τῶν εἰθιϲμένων αὐτοῖϲ γίνεϲθαι παθῶν οὐϲίαν. αὐτίκα μελαγχολίᾳ τιϲ ἁλίϲκεται καθ᾿ ἕκαϲτον ἔτοϲ, εἰ μὴ καθαρθείη, καὶ καθαίρω γε αὐτὸν οὐκ ἦροϲ μόνον, ἀλλὰ καὶ φθινοπώρου. οὕτωϲ δὲ |καὶ γυναῖκά τινα καθ᾿ ἕκαϲτον ἔτοϲ εἰϲβάλλοντοϲ ἦροϲ ὁμοίωϲ κενῶ, καρκινώδη διάθεϲιν ἐν μαϲτῷ ἔχουϲαν, ἣν ἰαϲάμην ἰϲχυρῶϲ κενώϲαϲ διὰ φαρμάκου καθαίροντοϲ μέλαιναν, καὶ εἰ παραλειφθείη ποτὲ ἡ κάθαρϲιϲ, ὀδύνη διὰ βάθουϲ αὐτῇ γίνεται. ἐλέφαντα δ᾿ ἀρχόμενον ἑτέρῳ τὰ μὲν πρῶτα διά τε φλεβοτομίαϲ καὶ καθάρϲεωϲ ἰαϲάμην· ἑκάϲτου δ᾿ ἔτουϲ αὖθιϲ ἀρκεῖ καὶ τούτω μία κάθαρϲιϲ· ἐκλειφθείϲηϲ δ᾿ αὐτῆϲ, αὐτίκα τὸ πάθοϲ ἐπιϲημαίνει. τὰ μὲν οὖν τοιαῦτα νοϲήματα καθάρϲεωϲ χρῄζει μελάνων χυμῶν, ἐπιληπτικὰ δὲ καὶ ἀποπληκτικὰ καὶ ἀϲθματικὰ τῶν φλεγματωδῶν, ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμαϲίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ ϲὺν ὄγκοιϲ ψυχροῖϲ τῶν φλεγματικῶν.