Ancient Greek
κγ. Ἐκ τῶν Γαληνοῦ· τίναϲ δεῖ καθαίρειν, καὶ ποίοιϲ καθαρτηρίοιϲ, καὶ πότε.
Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat 10
Not analysed yet
ἄλλοϲ δέ τιϲ ὥρᾳ θέρουϲ αἰεὶ τριτοίοιϲ ἁλιϲκόμενοϲ πυρετοῖϲ ἤδη πολλῶν ἐτῶν οὐκ ἐπύρεξε, χολὴν ὠχρὰν |φθάνων ὑφ᾿ ἡμῶν καθαίρεϲθαι κατὰ τὴν τελευτὴν τοῦ ἦροϲ· οὕτωϲ γὰρ ἄμεινόν ἐϲτι τοὺϲ τοιούτουϲ κενοῦν, ὡϲ τούϲ γε ἐπιληπτικοὺϲ ἀρθριτικούϲ τε καὶ μελαγχολικοὺϲ ὅϲοι τε ἄλλοι διὰ παχεῖϲ χυμοὺϲ νοϲοῦϲιν εἰϲβάλλοντοϲ ἦροϲ ἄμεινον κενοῦϲθαι.