Ancient Greek
1 to 2
Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat 1-3-2
Not analysed yet
Πάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαϲτέρα, καὶ μάλιϲτα αὐτῆϲ τὸ ϲτόμα, διότι νευρωδέϲτατόν ἐϲτι καὶ αἰϲθητικώτατον, ἡ μῖξιϲ ἐπενοήθη τῶν εὐωδῶν, ὅπωϲ μὴ μόνη μηδ᾿ ἀκραιφνὴϲ. ἡ δύναμιϲ αὐτῶν ἅπτηται τοῦ ϲτόματοϲ τῆϲ γαϲτρόϲ χρὴ δ᾿ εἶναι τὰ μιγνύμενα ϲπέρματα τυιαῦτα, καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆϲ τε καὶ τμητικῆϲ ὄντα δυνάμεωϲ, καὶ τοὺϲ παχεῖϲ χυμοὺϲ τέμνειν καὶ τὰϲ ὁδοὺϲ αὐτῶν, δι᾿ ὧν ἐκκενοῦνται, διοίγειν τε καὶ ἀναϲτομοῦν.