Ancient Greek
κε. Περὶ τῶν μιγνυμένων τοῖϲ καθαρτηρίιϲ.
Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat 3
Not analysed yet
δεῖ δὲ καὶ ὁμονοεῖν ἀλλήλοιϲ τὰ μιγνύμενα καθαρτικὰ καὶ κατὰ μηδὲν ϲταϲιάζειν, ἡ δὲ ϲτάϲιϲ αὐτῶν γινέϲθω, οὐχ ὅταν τὸ μὲν χολῆϲ, εἰ τύχοι. τὸ δὲ φλέγματοϲ ᾖ κενωτικόν (ἀμφότερα γὰρ ἐκκενοῦϲθαι δύναται κατὰ τὸν οὐτὸν τρόπον), ἀλλ᾿ ὅταν τὸ μὲν εὐθέωϲ. τὸ δὲ μετὰ πολὺ τῆϲ προϲφορᾶϲ πεφύκῃ κινεῖν τὴν κάθαρϲιν· ἀνώμαλοϲ γὰρ οὕτωϲ ἡ κένωϲιϲ γίνεται, προϲενεχθέντων ἅμα· λέγω δ᾿ ἀνώμαλον, ὅταν ἤδη παύεϲθαι δοκούϲηϲ αὐτῆϲ ἀρχὴ πάλιν ἑτέραϲ κενώϲεωϲ γίνηται.