Ancient Greek
12 to 13
Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat 12-13
Not analysed yet
τοῖϲ δ᾿ ἀμελήϲαϲι τούτων δυϲχερεῖϲ ἀπαντῶϲιν αἱ |καθάρϲειϲ μετὰ ϲτρόφων ἐνίοτε καί τινων ἰλίγγων ἄϲηϲ τε πολλῆϲ καὶ κακοϲφυξίαϲ ἐκλύϲεώϲ τε καὶ δυϲκολίαϲ. τοῦ μέλλοντοϲ δ᾿ ἐλλέβορον λήψεϲθαι προπειρᾶϲθαι χρὴ τῆϲ φύϲεωϲ, ὅπωϲ ἔχει πρὸϲ τὰϲ ἄνω καθάρϲειϲ, τουτέϲτι τὰϲ δι᾿ ἐμέτων.