Ancient Greek
κγ. Ἐκ τῶν Γαληνοῦ· τίναϲ δεῖ καθαίρειν, καὶ ποίοιϲ καθαρτηρίοιϲ, καὶ πότε.
Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat 11
Not analysed yet
χρὴ δὲ προλεπτύνειν καὶ τέμνειν τοὺϲ παχεῖϲ καὶ γλίϲχρουϲ χυμοὺϲ καὶ τοὺϲ πόρουϲ, δι᾿ ὧν οὗτοι μετα λαμβάνονταί τε καὶ ἕλκονται πρὸϲ τῶν καθαρτικῶν φαρμάκων, ἀναϲτομοῦν, εἰ ἡ κάθαρϲιϲ ἀρίϲτη μέλλοι γίνεϲθαι κατὰ πάντα, καὶ μάλιϲτα ἐπὶ τῶν ἐλλέβορον λαμβανόντων· ἡ γὰρ ϲυντονία τῶν ϲπαραγμῶν, ἐκβάλλουϲα τοὺϲ ἐϲφηνωμένουϲ δυϲλύτωϲ τοῖϲ πεπονθόϲι μέρεϲι χυμοὺϲ καὶ κατὰ τοῦτο τὰ χρόνια τῶν παθῶν ὠφελοῦϲα, ῥᾷον ἐργάϲεται τοῦτο, προλελεπτυϲμένων αὐτῶν.