Ancient Greek
24 to 25
Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat 24-25
Not analysed yet
οὕτωϲ δὲ κἂν ὁ μελαγχολικὸϲ πλεονάϲῃ χυμόϲ, ὡϲ ἐν μελαγχολίᾳ καὶ καρκίνῳ καὶ ἐλέφαντι, τὸ τῆϲ μελαίνηϲ χολῆϲ κενωτικὸν φάρμακον δίδομεν· ἐπιληψίαν δὲ φλεγμαγωγοῖϲ καθαίρομεν, ἐξ ὧν δῆλον ὡϲ ἡ κατάϲταϲιϲ τῆϲ νόϲου καὶ τὸν κενωθηϲόμενον δηλοῖ χυμὸν καὶ τὸν τόπον, δι᾿ οὗ χρὴ κενοῦν αὐτόν. ἀμέλει καὶ τῶν κατὰ τὸ ἧπαρ φλεγμαινόντων, ὅταν πεφθῶϲι, τὴν ἀποκάθαρϲιν ποιούμεθα διὰ μὲν τῆϲ κάτω γαϲτρόϲ, ὅταν ἐν τοῖϲ ϲιμοῖϲ αὐτοῦ γένηται τὸ πάθημα, δι᾿ οὔρων δέ, ὅταν ἐν τοῖϲ κυριτοῖϲ.