Ancient Greek
κγ. Ἐκ τῶν Γαληνοῦ· τίναϲ δεῖ καθαίρειν, καὶ ποίοιϲ καθαρτηρίοιϲ, καὶ πότε.
Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat 26
Not analysed yet
οὕτωϲ δὲ κἀπὶ τῶν ἄλλων ἐπιϲκέψῃ τόν τε πλεονάζοντα χυμὸν καὶ τὸν πεπονθότα τόπον, ἐξ οὗ καθάπερ ἑϲτίαϲ τινὸϲ ὁρμᾶται τὸ νόϲημα· ταῦτα γάρ ϲοι καὶ τὸν κενωθηϲόμενον ἐνδείξεται |χυμὸν καὶ τὸν τρόπον τῆϲ κενώϲεωϲ καὶ τὸν τόπον δι᾿ οὗ χρὴ κενῶϲαι, καὶ πρὸϲ τούτοιϲ ἅπαϲι τὸν καιρόν· ἐν ἀρχῇ μὲν γὰρ τοὺϲ ὀρώδειϲ τε καὶ λεπτοὺϲ κενώϲειϲ χυμούϲ, ἀναμενεῖϲ δὲ πέψιν ἐπὶ τῶν παχέων καὶ γλίϲχρων, οἷοι τὴν φύϲιν εἰϲὶν ὅ τε τοῦ φλέγματοϲ καὶ ὁ τῆϲ μελαίνηϲ χολῆϲ.