Ancient Greek
27 to 28
Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat 27-28
Not analysed yet
καὶ ἀπὸ τῶν παροξυϲμῶν δὲ ϲκοπὸν εἰϲ ἔνδειξιν τρόπου κενώϲεωϲ ἕξειϲ, ἐκ μὲν τῶν ἄνω ποιούμενοϲ τὰϲ κενώϲειϲ ἐν τοῖϲ παροξυϲμοῖϲ, ἐκ δὲ τῶν κάτω κατὰ τὰϲ καλουμέναϲ ἀνέϲειϲ· καὶ γὰρ καὶ αὐτόματα οὕτωϲ ὠφελεῖ, ἐν μὲν τοῖϲ παροξυϲμοῖϲ ἐμούντων τε πολλῶν καὶ διὰ ῥινῶν αἱμορραγούντων, ἐν δὲ ταῖϲ ἀνέϲεϲιν σὔρων τε καὶ διαχωρημάτων ἀποκρινομένων. φυλάττεϲθαι δὲ χρὴ μάλιϲτα τὸν χρόνον τῶν παροξυντικῶν καὶ κριτικῶν ἡμερῶν, ὁπόταν ἐπιχειρῇϲ κάτω καθαίρειν πολλά· τῆϲ γὰρ ῥοπῆϲ τῶν χυμῶν ἄνω γινομένηϲ, ἡ τοῦ κάτω καθαίροντοϲ |φαρ μάκου δύναμιϲ ἐμποδιϲθήϲεται.