Ancient Greek
κγ. Ἐκ τῶν Γαληνοῦ· τίναϲ δεῖ καθαίρειν, καὶ ποίοιϲ καθαρτηρίοιϲ, καὶ πότε.
Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat 31
Not analysed yet
χρὴ τοίνυν ἀπεῖναί τε ταῦτα, καὶ τοὺϲ χυμούϲ, ὡϲ ἔνι μάλιϲτα, τοῦ κάμνοντοϲ εὐρουϲτάτουϲ εἶναι, τουτέϲτι λεπτούϲ τε καὶ ἥκιϲηα μετέχονταϲ γλιϲχρότητόϲ τινοϲ, ἀναπεπταμένουϲ τε τοὺϲ πόρουϲ, δἰ ὧν ἡ καθάρϲιϲ μέλλει γενήϲεϲθαι· ταῦτα γὰρ καὶ ἡμεῖϲ προπαραϲκευάζομεν, ἐπειδὰν μέλλωμέν τινα καθαίρειν.