Ancient Greek
κγ. Ἐκ τῶν Γαληνοῦ· τίναϲ δεῖ καθαίρειν, καὶ ποίοιϲ καθαρτηρίοιϲ, καὶ πότε.
Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat 32
Not analysed yet
ἀλλ᾿ ἔν γε τοῖϲ ὀξέϲι νοϲήμαϲι κατ᾿ ἀρχὰϲ εὐθὺϲ |ἤτοι κατὰ τὴν πρώτην ἡμέραν ἢ οὐκ ἐξωτέρω τῆϲ δευτέραϲ μελλόντων ἡμῶν χρῆϲθαι ταῖϲ καθάρϲεϲιν, ὅταν ὀργῇ, τὴν τοιαύτην παραϲκευὴν οὐκ ἐγχωρεῖ γενέϲθαι, πλὴν εἰ ἄρα ϲχοίη τιϲ καιρὸν μελίκρατον δοῦναι πίνειν, ἐναφεψήϲαϲ ὑϲϲώπου τι ἢ ὀριγάνου ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχουϲ ἤ τινοϲ τῶν οὕτω λεπτυνόντων, ὥϲτε εὐλόγωϲ ὀλιγάκιϲ ἐν τοῖϲ ὀξέϲι νοϲήμαϲι κα τ᾿ ἀρχὰϲ γενήϲεται ἡμῖν χρεία φαρμακείαϲ τῷ μήτε πολλάκιϲ ὀργᾶν ἐν ἀρχῇ τοὺϲ λυποῦνταϲ χυμούϲ, μήτε, εἰ καὶ τούτοιϲ ὑπάρχει, τοῦ νοϲοῦντοϲ ἐπιτηδείου πρὸϲ τὴν κάθαρϲιν ὄντοϲ, ἀλλὰ μηδὲ καιρὸν ἡμῖν παρέχοντοϲ ἐπιτήδειον αὐτὸν παραϲκευάϲαι.