Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ μυκήτων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-102
Not analysed yet
Καὶ τῶν μυκήτων οἱ βωλῖται, καλῶϲ ἑψηθέντεϲ ἐν ὕδατι, πληϲίον ἥκουϲι τῶν ἀποίων ἐδεϲμάτων. οὐ μὴν οὕτω γε μόνοιϲ αὐτοῖϲ οἱ ἄνθρωποι χρῶνται, ϲκευάζουϲι δὲ καὶ ἀρτύουϲι πολυειδῶϲ, ὥϲπερ καὶ τἄλλα, ὅϲα μηδεμίαν ἐξαίρετον ἔχει ποιότητα. φλεγματώδηϲ δ’ |ἐϲτὶν ἡ ἐξ αὐτῶν τροφὴ καὶ δῆλον ὅτι καὶ ψυχρά, κἂν πλεονάζῃ τιϲ ἐν αὐτοῖϲ, κακόχυμοϲ.