Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ῥαφανῖδοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-103
Not analysed yet
Ὠμὴν μὲν αὐτὴν ἐϲθίουϲι μόνην τοὐπίπαν οἱ κατὰ τὰϲ πόλειϲ ἄνθρωποι |πρώτην ἁπάντων μετὰ γάρου γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκεν, ὀλίγοι δὲ καὶ ὄξουϲ ἐπιχέουϲιν. οἱ δ’ ἐν τοῖϲ ἀγροῖϲ καὶ μετ’ ἄρτου πολλάκιϲ προϲφέρονται παραπληϲίωϲ τοῖϲ ἄλλοιϲ αὐτοφυέϲιν ὄψοιϲ, ἐξ ὧν ἐϲτι καὶ ὀρίγανοϲ ἡ χλωρὰ καὶ κάρδαμον καὶ θύμα καὶ θύμβρα καὶ γλήχων καὶ ἕρπυλλοϲ ἡδύοϲμόϲ τε καὶ καλαμίνθη καὶ πύρεθρον καὶ εὔζωμον. ἅπαντα γὰρ ταῦτα τῶν ἐδωδίμων ἐϲτὶν ἐν ὄψων χώρᾳ μετὰ τῶν τροφῶν ἐϲθιόμενα, τῶν ποωδῶν φυτῶν ὄντα