Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῆϲ ἐν τοῖϲ πεζοῖϲ ζῴοιϲ γλώττηϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-107
Not analysed yet
Ἰδιότηϲ τιϲ οὐϲίαϲ ἐϲτὶν ἐν τῷδε τῷ μορίῳ χαυνοτέραϲ τε καὶ ἀναιμοτέραϲ ϲαρκόϲ. αἱ γὰρ ἀκριβεῖϲ ϲάρκεϲ οἱ μύεϲ εἰϲὶ καὶ τούτων αὐτῶν τὰ μέϲα μάλιϲτα. πολλοὶ γὰρ ἐν τοῖϲ πέραϲιν ἑαυτῶν εἰϲ τένονταϲ ἀξιολόγουϲ τελευτῶϲιν, οὓϲ ἀπονευρώϲειϲ μυῶν οἱ πολλοὶ τῶν ἰατρῶν ὀνομάζουϲι. καὶ μεγίϲτουϲ δὲ τούτουϲ γεννῶϲιν οἱ εἰϲ τὰ τῶν κώλων πέρατα καθήκοντεϲ μύεϲ. ἀλλὰ καὶ τὰϲ κεφαλὰϲ ἔχουϲιν ἔνιοι τῶν μυῶν νευρώδειϲ.