Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ ὄρχεων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-109
Not analysed yet
Τοὺϲ ὄρχειϲ τῶν νέων ὑῶν καὶ τῶν βοῶν ἐκτέμνουϲι παρ’ ἡμῖν οὐ τῆϲ αὐτῆϲ ἕνεκα χρείαϲ, ἀλλὰ τῶν μὲν ὑῶν χάριν τῆϲ ἐδωδῆϲ (καὶ γὰρ ἡδίων καὶ τροφιμωτέρα γίγνεται καὶ πεφθῆναι βελτίων ἡ ϲὰρξ τῶν ἐκτμηθέντων ὑῶν), τῶν δὲ βοῶν ἕνεκα τῆϲ εἰϲ τὴν γεωργίαν χρείαϲ· δυϲπειθεῖϲ γὰρ αὐτοῖϲ εἰϲὶν οἱ ταῦροι. τῶν δ’ αἰγῶν καὶ τῶν προβάτων κατ’ ἀμφοτέραϲ τὰϲ χρείαϲ ἐξαιροῦϲι τοὺϲ ὄρχειϲ.