Ancient Greek · ~3 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ μάζηϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-11
Not analysed yet
Τὴν δύναμιν ἑκάϲτου τῶν ἐδεϲμάτων ἔνεϲτί ϲοι καὶ πρὸ τῆϲ διωριϲμένηϲ πείραϲ ἐκ τῆϲ φύϲεωϲ αὐτῶν τεκμήραϲθαι. τίνι γὰρ οὐκ ἂν ἀνδρὶ ϲυνετῷ τὸ μὲν ἀκριβῶϲ λεπτὸν καὶ λευκὸν καὶ καθαρὸν ἀπάϲηϲ πιτυρώδουϲ οὐϲίαϲ ἄλευρον ἐνδείξαιτο καὶ κατὰ τὴν γαϲτέρα θᾶττόν τε καὶ μᾶλλον ἀλλοιοῦϲθαι καὶ διὰ τοῦτο πέττεϲθαί τε κάλλιον ἀναδίδοϲθαί τε ῥᾷον ἑτοιμότερόν τε τρέφειν, ὡϲ ἂν ὅλον ἐξομοιούμενόν τε καὶ προϲτιθέμενον τοῖϲ τρεφομένοιϲ ϲώμαϲιν, ὅϲον δ’ ἐν αὐτῷ πιτυρῶδέϲ τ’ ἐϲτὶ καὶ ϲκληρόν, ὥϲπερ ἐκτὸϲ φαίνεται μὴ διαλυόμενον ὕδατι, κατὰ τὸν αὐτὸν λόγον οὐδ’ ἐν τῇ γαϲτρὶ διαλύεϲθαι βρεχόμενον, ἀλλὰ διαμένειν ὅλον ἀδιαίρετόν τε καὶ ἀκατέργαϲτον, ὁποῖον ἐλήφθη;