Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ κοιλίαϲ καὶ μήτραϲ καὶ ἐντέρων τῶν ἐν τοῖϲ τετράποϲι ζῴοιϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-115
Not analysed yet
Ϲκληρότερα τὰ μόρια ταῦτ’ ἐϲτὶ τῶν ϲαρκῶν. διὸ κἂν καλῶϲ πεφθῇ, οὐκ ἀκριβὲϲ αἷμα καὶ ἄμεμπτον, ἀλλὰ ψυχρότερόν τε καὶ ὠμότερον ἐργάζεται. πρότερον οὖν χρόνου πλείονοϲ δεῖται πρὸϲ τὸ καλῶϲ κατεργαϲθέντα αἷμα χρηϲτὸν γενέϲθαι.