Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ γάλακτοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-117
Not analysed yet
Καὶ τοῦτο τῆϲ ἀπὸ τῶν ζῴων ἐϲτὶ τροφῆϲ ἕν τι, διαφέρον μὲν καὶ κατὰ τὰϲ ὥραϲ τοῦ ἔτουϲ οὐ ϲμικρὰν διαφοράν, ἔτι δὲ μείζω τὴν κατ’ αὐτὰ τὰ ζῷα. τὸ μὲν γὰρ τῶν βοῶν παχύτατόν τ’ ἐϲτὶ καὶ λιπαρώτατον, ὑγρότατον δὲ καὶ ἥκιϲτα λιπαρὸν τὸ τῆϲ καμήλου καὶ μετὰ ταύτην ἵππου, μετὰ δὲ ταύτην ὄνου· |ϲύμμετρον δὲ τῇ ϲυϲτάϲει τὸ τῆϲ αἰγόϲ ἐϲτι γάλα· τὸ δὲ τοῦ προβάτου παχύτερον τούτου.