Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ ᾠῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-124
Not analysed yet
Τῆϲ ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆϲ ἐϲτι καὶ ταῦτα διαφέροντα τριϲὶ διαφοραῖϲ ἀλλήλων, μιᾷ μὲν τῇ κατὰ τὴν οἰκείαν οὐϲίαν (ἀμείνω γὰρ τά τε τῶν ἀλεκτορίδων ἐϲτὶ καὶ τὰ τῶν φαϲιανῶν, φαυλότερα δὲ τὰ τῶν χηνῶν τε καὶ ϲτρουθοκαμήλων), ἑτέρᾳ δέ, καθ’ ἣν τὰ μὲν ἤδη χρόνου πλείονόϲ ἐϲτι, τὰ δ’ οὐ πρὸ πολλοῦ γεγέννηται, καὶ τρίτῃ, καθ’ ἣν τὰ μὲν ἐπὶ πλέον ἥψηται, τὰ δ’ ἄχρι τοῦ μετρίωϲ ϲυϲτῆναι, τὰ δὲ μόνον τεθέρμανται· καθ’ ἃϲ διαφορὰϲ τὰ μὲν ἑφθὰ καλεῖται, τὰ δὲ τρομητά, τὰ δὲ ῥοφητά.