Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ κεφάλου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-127
Not analysed yet
Τοῦ γένουϲ τῶν λεπιδωτῶν ἰχθύων ἐϲτὶν ὁ κέφαλοϲ, οὐκ ἐν θαλάττῃ μόνον, ἀλλὰ καὶ λίμναιϲ καὶ ποταμοῖϲ γεννώμενοϲ. διὸ καὶ μεγάλην |ἔχουϲιν οἱ κατὰ μέροϲ κέφαλοι πρὸϲ ἀλλήλουϲ διαφοράν, ὡϲ δοκεῖν ἕτερον εἶναι γένοϲ τοῦ πελαγίου κεφάλου πρὸϲ τὸν ἐν λίμναιϲ ἢ ποταμοῖϲ ἢ τέλμαϲιν ἢ ὀχετοῖϲ τοῖϲ ἐκκαθαίρουϲι τοὺϲ ἐν ταῖϲ πόλεϲι κοπρῶναϲ.