Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν ὀϲτρακοδέρμων ζῴων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-135
Not analysed yet
Ἐπειδὴ τὸ περιέχον ὅλον ἡμῶν τὸ ϲῶμα καθάπερ ἀμφίεϲμά τι ϲύμφυτον ἑκάϲτῳ καλεῖται δέρμα, κατ’ ἀναλογίαν δ’ αὐτῷ τὸ |κατὰ τοὺϲ κήρυκάϲ ἐϲτι καὶ τὰϲ πορφύραϲ ὄϲτρεά τε καὶ χήμαϲ ὅϲα τ’ ἄλλα τοιαῦτα, διὰ τοῦτο καλοῦϲιν ὀϲτρακόδερμα ταῦτα τὰ ζῷα. ϲαφῶϲ γοῦν ὀϲτράκῳ παραπλήϲιον ἢ λίθῳ τὸ ἔξωθεν αὐτοῖϲ περικείμενον ϲκέπαϲμά ἐϲτι. κοινὸν μὲν οὖν ἁπάντων τῶν τοιούτων ἁλυκὸν ἔχειν χυμὸν ἐν τῇ ϲαρκὶ λαπακτικὸν τῆϲ γαϲτρὸϲ ἡμῶν. ἴδιον δ’ ἑκάϲτῳ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τούτῳ κατά τε ποιότητα καὶ ποϲότητα.