Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ ϲελαχίων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-138
Not analysed yet
Τραχὺ καὶ λάμπον ἐν τῇ νυκτὶ τὸ δέρμα τῶν τοιούτων ἐϲτὶ ζῴων· διὸ καί τινεϲ ἀπὸ τοῦ ϲέλαϲ ἔχειν ὠνομάϲθαι φαϲὶν αὐτὰ ϲελάχια. μαλακὴν δ’ ἐν αὐτοῖϲ ἔχει τὴν ϲάρκα νάρκη τε καὶ τρυγών, ὥϲπερ οὖν καὶ ἡδεῖαν ὑπιοῦϲάν τε κατὰ γαϲτέρα μετρίωϲ καὶ πεττομένην οὐ χαλεπῶϲ. ἀλλὰ καὶ τρέφει μετρίωϲ, ὥϲπερ καὶ τἄλλα πάντα τὰ μαλακόϲαρκα.