Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν κητωδῶν ζῴων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-139
Not analysed yet
Εἴρηται μὲν ἤδη τι καὶ πρόϲθεν ὑπὲρ τῶν ἐν τῇ θαλάττῃ κητωδῶν ζῴων, ἐξ ὧν εἰϲιν αἵ τε φῶκαι καὶ αἱ φάλαιναι δελφῖνέϲ τε καὶ ζύγαιναι καὶ τῶν θύννων οἱ μεγάλοι καὶ πρὸϲ αὐτοῖϲ |οἱ κύνεϲ ὅϲα τ’ ἄλλα τοιαῦτα· καὶ νῦν δὲ περὶ αὐτῶν ἐν κεφαλαίῳ λεκτέον, ὡϲ ἅπαντα τὰ τοιαῦτα καὶ ϲκληρὰν καὶ κακόχυμον ἔχει καὶ περιττωματικὴν τὴν ϲάρκα.