Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ οἴνου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-142
Not analysed yet
Ὅτι μὲν ἐκ τῶν τρεφόντων ἐϲτὶν ὁ οἶνοϲ, ἅπαντεϲ ὁμολογοῦϲι· καὶ εἴ γε τὸ τρέφον ἅπαν τροφή ἐϲτι, ῥητέον ὡϲ εἴη ἂν ἐκ τοῦ γένουϲ τῶν τροφῶν καὶ ὁ οἶνοϲ. ἀλλ’ ἔνιοί γε τῶν ἰατρῶν οὔ φαϲι δεῖν ὀνομάζειν τροφὴν αὐτόν· ἀντιδιαιρεῖϲθαι γοῦν κατὰ τοὺϲ λόγουϲ τῇ τροφῇ τὸ ποτόν, ὅπερ καὶ πόμα προϲαγορεύεται, καθάπερ γε καὶ ἡ τροφὴ ϲιτίον καὶ ἔδεϲμα καὶ ἐδεϲτόν. τροφὴν μὲν οὖν διὰ ταῦτα καλεῖν οὐκ ἀξιοῦϲι τὸν οἶνον, ὁμολογοῦϲί γε μὴν τρέφειν αὐτόν, οὗ νῦν εἰϲ τὰ παρόντα δεόμεθα.