Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν μέϲων ἐδεϲμάτων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-144
Not analysed yet
Καθ’ ἑκάϲτην διαφορὰν ὧν εἶπον ὑπάρχειν ἐν ταῖϲ τροφαῖϲ ἐϲτί τινα μέϲα. καὶ γὰρ τῶν ϲκληροϲάρκων καὶ μαλακοϲάρκων εὕροιϲ ἄν τι μέϲον, ὡϲ μήθ’ ἁπαλόϲαρκον ἔτι μήτε ϲκληρόϲαρκον εἶναι, καὶ τῶν λεπτυνόντων τε καὶ παχυνόντων ἢ θερμαινόντων τε καὶ ψυχόντων ἢ ξηραινόντων τε καὶ ὑγραινόντων. |