Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ ὀϲπρίων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-15
Not analysed yet
Ὄϲπρια καλοῦϲιν ἐκεῖνα τῶν Δημητρίων ϲπερμάτων, ἐξ ὧν ἄρτοϲ οὐ γίγνεται, κυάμουϲ πιϲοὺϲ ἐρεβίνθουϲ φακοὺϲ θέρμουϲ ὄρυζαν ὀρόβουϲ λαθύρουϲ ἀράκουϲ ὤχρουϲ φαϲήλουϲ τῆλιν ἀφάκην εἴτε τι τοιοῦτον ἄλλο. περὶ πάντων οὖν ἐφεξῆϲ ἐρῶ τῆς δυνάμεωϲ, ὅϲα γιγνώϲκων ἄν τιϲ ἀβλαβέϲτερον αὐτοῖϲ χρῷτο.