Ancient Greek · ~2 min
1 to 2
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-33-2
Not analysed yet
Οὐχ ὥϲπερ αὐτὸ τὸ φυτὸν τῆϲ καννάβεωϲ ἔοικε πωϲ τῷ ἄγνῳ, καὶ τὸ |ϲπέρμα τῷ ϲπέρματι παραπλήϲιόν πώϲ ἐϲτι τὴν δύναμιν, ἀλλ’ ἀποκεχώρηκε πάμπολυ, δύϲπεπτόν τε καὶ κακοϲτόμαχον ὂν καὶ κεφαλαλγὲϲ καὶ κακόχυμον. ὅμωϲ δ’ οὖν καὶ τοῦτό τινεϲ ἐϲθίουϲι φρύγοντεϲ ἅμα τοῖϲ ἄλλοιϲ τραγήμαϲιν. ὀνομάζω δὲ δηλονότι τραγήματα τὰ παρὰ τὸ δεῖπνον ἐϲθιόμενα τῆϲ ἐπὶ τῷ πίνειν ἡδονῆϲ ἕνεκα. θερμαίνει δ’ ἱκανῶϲ καὶ διὰ τοῦτο καὶ κεφαλῆϲ ἅπτεται βραχεῖ πλεῖον ληφθέν, ἀτμὸν ἀναπέμπον ἐπ’ αὐτὴν θερμόν θ’ ἅμα καὶ φαρμακώδη.