Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ϲταφυλῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-44
Not analysed yet
Ϲῦκα καὶ ϲταφυλαὶ τῆϲ ὀπώραϲ ὥϲπερ κεφάλαιόν εἰϲι· καὶ γὰρ τρέφει μᾶλλον ἁπάντων τῶν ὡραίων ταῦτα καὶ ἥκιϲτ’ ἐϲτὶ κακόχυμα, καὶ μάλιϲθ’ ὅταν ἀκριβῶϲ ᾗ πέπειρα. τοῦ μὲν οὖν τρέφειν αὐτὰ μέγιϲτον ϲημεῖον οἱ φυλάττοντεϲ τὸν καρπὸν τῶν ἀμπέλων, ἐϲθίοντεϲ μὲν ἐν δύο μηϲὶν οἷϲ φυλάττουϲιν ἢ μόνα διὰ παντὸϲ τὰ ϲῦκα μετὰ τῶν ϲταφυλῶν ἤ που καὶ βραχύ τι |παρεντιθέντεϲ ἄρτου, πιαινόμενοι δ’ ἱκανῶϲ· οὐ μὴν ἰϲχυρά γε καὶ πυκνὴ ϲάρξ ἐϲτιν ἡ ἐξ αὐτῶν γεννωμένη, καθάπερ ἡ ἐκ τῶν κρεῶν, ἀλλὰ χαύνη καὶ πλαδαρά, διὸ καὶ ταχέωϲ προϲϲτέλλεται παυϲαμένων τῆϲ ἐδωδῆϲ.