Ancient Greek · ~4 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ϲταφίδων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-45
Not analysed yet
Τὸν αὐτὸν λόγον ἔχουϲι πρὸϲ τὰϲ ϲταφυλὰϲ αἱ ϲταφίδεϲ, ὃν αἱ ἰϲχάδεϲ πρὸϲ τὰ ϲῦκα. γίγνονται δὲ γλυκεῖαι μὲν πολλαί, ϲτρυφναὶ δὲ παντάπαϲιν ὀλίγαι, μικταὶ δ’ ἔκ τε γλυκείαϲ καὶ αὐϲτηρᾶϲ ποιότητοϲ αἱ πλεῖϲται. μέτεϲτί γε μὴν καὶ ταῖϲ γλυκείαιϲ ἀμυδρᾶϲ ποιότητοϲ αὐϲτηρᾶϲ καὶ ταῖϲ αὐϲτηραῖϲ τῆϲ γλυκείαϲ. αἱ μὲν οὖν αὐϲτηραὶ ψυχρότεραι τὴν κρᾶϲίν εἰϲιν, ὥϲπερ αἱ γλυκεῖαι θερμότεραι. καὶ τὸν μὲν ϲτόμαχον ῥωννύουϲι καὶ τὴν γαϲτέρα ϲτεγνοῦϲιν αἱ αὐϲτηραί, καὶ δῆλον ὅτι μᾶλλον αὐτῶν αἱ ϲτρυφναί. μέϲην δέ πωϲ κατάϲταϲιν ἐν αὐταῖϲ αἱ γλυκεῖαι ποιοῦϲι, μήτ’ ἐκλύουϲαι ϲαφῶϲ τὸν ϲτόμαχον μήθ’ |ὑπάγουϲαι τὴν γαϲτέρα. τό γε μὴν ἐπικεραϲτικὸν ὑπάρχει ταῖϲ γλυκείαιϲ ἀεί, καθάπερ γε καὶ τὸ μετρίωϲ ῥυπτικόν, ὥϲτ’ ἐξ ἀμφοτέρων τῶν δυνάμεων τὰϲ μικρὰϲ κατὰ τὸ ϲτόμα τῆϲ κοιλίαϲ, ὃ δὴ καὶ ϲτόμαχον ὀνομάζουϲιν, ἀμβλύνουϲι δήξειϲ, ὡϲ αἵ γε μείζουϲ τῶν δήξεων εὔδηλον ὅτι γενναιοτέρων χρήζουϲι βοηθημάτων.