Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τοῦ τῶν ἀρκεύθων καρποῦ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-50
Not analysed yet
Τὸν τῆϲ ἀρκεύθου καρπὸν ἀρκευθίδαϲ ὀνομάζουϲι, δριμὺν ἱκανῶϲ ὄντα μετὰ βραχείαϲ γλυκύτητοϲ ἔτι τε βραχυτέραϲ ϲτύψεωϲ· ἔχει δέ τι καὶ ἀρωματίζον, εὔδηλον οὖν, ὅτι θερμαίνει μὲν καὶ διὰ τὴν δριμύτητα (πᾶν γὰρ ἐδείχθη τὸ δριμὺ θερμαῖνον), οὐχ ἥκιϲτα δὲ καὶ διὰ τὴν ὀϲμὴν καὶ γεῦϲιν ἀρωματιζούϲαϲ· πᾶν γὰρ ἄρωμα θερμόν. ἐκκαθαίρει δὲ καὶ τὰ καθ’ ἧπάρ τε καὶ νεφροὺϲ καὶ δῆλον ὅτι λεπτύνει τοὺϲ παχεῖϲ καὶ γλίϲχρουϲ χυμούϲ· καὶ διὰ τοῦτο τοῖϲ ὑγιεινοῖϲ φαρμάκοιϲ μίγνυται.