Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ἀπίων τε καὶ ῥοῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-59
Not analysed yet
Ἃ περὶ μήλων εἶπον, ἅπαντα μεταφέρων ἐπὶ τὰϲ ἀπίουϲ τε καὶ τὰϲ ῥόαϲ οὐδενὸϲ ἔτι νεωτέρου περὶ αὐτῶν ἑτέρου δεήϲῃ λόγου. καὶ γὰρ ἐν ταύταιϲ ἔνιαι μὲν αὐϲτηραὶ μόνον ἢ ϲτρυφναὶ φαίνονται, καθάπερ γε τινὲϲ μὲν ὀξεῖαι, τινὲϲ δὲ γλυκεῖαι, τινὲϲ δ’ ἐκ τῆϲ τούτων μίξεωϲ ϲυγκείμεναι, καὶ τινὲϲ ὅλωϲ οὐδεμίαν ἔχουϲαι τοιαύτην ἐπικρατοῦϲαν ποιότητα καὶ διὰ τοῦθ’ ὑδατώδειϲ τε καὶ ἀβλαβεῖϲ οὖϲαι. τῶν μὲν οὖν ἀπίων ἡ χρῆϲιϲ ὁμοία κατὰ πᾶν ἐϲτι τῇ τῶν μήλων.