Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τοῦ τῶν φοινίκων καρποῦ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-61
Not analysed yet
Εἴτε βαλάνουϲ φοινίκων ἐθέλειϲ ὀνομάζειν τὸν καρπὸν αὐτῶν εἴθ’ ὁμωνύμωϲ ὅλῳ τῷ δένδρῳ φοίνικαϲ, ὥϲπερ ἔθοϲ ἐϲτὶν ἤδη πᾶϲι τοῖϲ Ἕλληϲιν, οὐδὲν οὔτε βλαβήϲῃ κατ’ οὐδέτερον οὔτ’ ὠφελήϲῃ πρὸϲ τὴν τῆϲ δυνάμεωϲ γνῶϲιν.