Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ καρύων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-63
Not analysed yet
βαϲιλικά τινεϲ ὀνομάζουϲι κάρυα ταῦτα τὰ νῦν ὑπὸ πάντων ἁπλῶϲ ὀνομαζόμενα κάρυα· καλεῖται δὲ καὶ ἄλλα τινὰ λεπτοκάρυα. πολλῷ μικρότερα τούτων, ἃ προϲαγορεύουϲιν ἔνιοι Ποντικά. πολλὴ δ’ ἀμφοτέρων ἡ χρῆϲίϲ ἐϲτιν οὐ πολλὴν τροφὴν διδόντων τῷ ϲώματι, πλείων δ’ οὖν ὅμωϲ ἐϲτὶν ἐν τῷ Ποντικῷ λεγομένῳ |τῆϲ ἐν τῷ βαϲιλικῷ καρύῳ· καὶ γὰρ καὶ πεπίληται μᾶλλον ἡ οὐϲία τούτου καὶ ἧττον ἐλαιώδηϲ ἐϲτίν, ἡ δὲ τοῦ καρύου χαυνοτέρα ἐϲτὶ καὶ πλέον ἔχουϲα τὸ λιπαρὸν ἐν ἑαυτῇ.