Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ περϲίου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-71
Not analysed yet
Εἶδον καὶ τοῦτο τὸ φυτὸν ἐν Ἀλεξανδρείᾳ τῶν μεγάλων ἕν τι καὶ αὐτὸ δένδρων ὑπάρχον. ἱϲτοροῦϲι δὲ τὸν καρπὸν αὐτοῦ μοχθηρὸν οὕτωϲ ὑπάρχειν ἐν Πέρϲαιϲ, ὡϲ ἀναιρεῖν τοὺϲ φαγόνταϲ, εἰϲ Αἴγυπτον δὲ κομιϲθέντοϲ ἐδώδιμον γενέϲθαι, παραπληϲίωϲ ἐϲθιόμενον ἀπίοιϲ τε καὶ μήλοιϲ, ὧν καὶ κατὰ τὸ μέγεθόϲ ἐϲτιν.