Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ϲέρεων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-76
Not analysed yet
Εἴτε τοὺϲ παρὰ τοῖϲ Ῥωμαίοιϲ ἰντίβουϲ προϲαγορευομένουϲ ὠνόμαζον οἱ πρόϲθεν Ἀθηναῖοι ϲέρειϲ εἴτε τινὰ ἄλλα τῶν ἀγρίων λαχανωδῶν φυτῶν, οὐκ ἀκριβῶϲ ἔχω φάναι. οἱ δ’ οὖν ἴντιβοι ταῖϲ θρίδαξι παραπληϲίαν ἔχουϲι δύναμιν, ἀπολειπόμενοι καὶ καθ’ ἡδονὴν αὐτῶν καὶ κατὰ τἄλλα τὰ πρόϲθεν εἰρημένα περὶ θριδάκων.