Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ βολβῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-99
Not analysed yet
Ἐκ ταὐτοῦ γένουϲ εἰϲὶ καὶ οἱ βολβοὶ τοῖϲ προειρημένοιϲ. ἐϲθίεται γὰρ αὐτῶν ἡ ῥίζα χωρὶϲ τῶν φύλλων, ἐν ἤρι δέ ποτε καὶ ὁ ἀϲπάραγοϲ. ἔχει δ’ ἐν ἑαυτῷ πικράν τε καὶ αὐϲτηρὰν δύναμιν ἐμφανῆ, δι’ ἃϲ καὶ ϲτόμαχον ἔκλυτον ἐπεγείρει πωϲ εἰϲ ὄρεξιν. οὐκ ἐναντιοῦται δ’ οὐδὲ τοῖϲ ἀναπτύειν τι δεομένοιϲ ἐκ θώρακός τε καὶ πλεύμονοϲ, καίτοι τήν γ’ οὐϲίαν τοῦ ϲώματοϲ παχυτέραν τε καὶ γλιϲχροτέραν ἔχων. ἄλλ’ ἡ πικρότηϲ ἀντιπράττει τῷ πάχει, τέμνειν τὰ γλίϲχρα καὶ παχέα πεφυκυῖα, καθάπερ ἐν τοῖϲ Περὶ φαρμάκων εἴρηται.