Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.1
Not analysed yet
Περὶ τῶν ἐν ταῖϲ τροφαῖϲ δυνάμεων οὐκ ὀλίγοι τῶν ἀρίϲτων ἰατρῶν ἔγραψαν ἐν πολλῇ ϲπουδῇ θέμενοι τὴν θεωρίαν, ἐπειδὴ χριϲιμωτάτη ϲχεδὸν ἁπαϲῶν τῶν κατὰ τὴν ἰατρικήν ἐϲτι· τοῖϲ μὲν γὰρ ἄλλοιϲ βοηθήμαϲιν οὐκ ἐν παντὶ καιρῷ χρώμεθα, τροφῆϲ δὲ χωρίϲ οὐχ οἷόν τε ζῆν οὔθ’ ὑγιαίνονταϲ οὔτε νοϲοῦνταϲ. εἰκότωϲ οὖν ἐϲπούδαϲαν οἱ πλεῖϲτοι τῶν ἀρίϲτων ἰατρῶν ἀκριβῶϲ ἐπιϲκέψαϲθαι τὰϲ ἐν αὐτῇ δυνάμειϲ, οἱ μὲν ἐκ τῆϲ πείραϲ |μόνηϲ ἐγνῶϲθαί ϲφιϲι φάϲκοντεϲ αὐτάϲ, οἱ δὲ καὶ λογιϲμῷ προϲχρῆϲθαι βουλόμενοι, τινὲϲ δὲ καὶ τὸ πλεῖϲτον αὐτῷ νέμοντεϲ.