Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.2
Not analysed yet
εἰ μὲν οὖν ὥϲπερ ἐν γεωμετρίᾳ καὶ ἀριθμητικῇ ϲυνεφωνεῖτο πάντα τοῖϲ γράψαϲι περὶ τροφῆϲ, οὐδὲν ἂν ἔδει νῦν ἡμᾶϲ ἔχειν πράγματα γράφονταϲ αὖθιϲ ὑπὲρ τῶν αὐτῶν ἐπὶ τοϲούτοιϲ τε καὶ τοιούτοιϲ ἀνδράϲιν. ἐπεὶ δ’ ὑπόπτουϲ ἀλλήλουϲ εἰργάϲαντο διενεχθέντεϲ (οὐ γὰρ ἐγχωρεῖ πάνταϲ ἀληθεύειν), ἀναγκαῖόν ἐϲτι βαϲανίϲαι τὰ πρὸϲ αὐτῶν γεγραμμένα δικαϲτὰϲ ἀδεκάϲτουϲ γενομένουϲ· ἄδικον γὰρ ἐνὶ πρὸ τῶν ἄλλων πιϲτεῦϲαι χωρὶϲ ἀποδείξεωϲ.