Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.1-2
Not analysed yet
Ἐπειδὴ τρεφόμεθα μὲν ἀπό τε φυτῶν καὶ ζῴων, ἤρξαντο δ’ ἀπὸ τῶν Δημητρίων ὀνομαζομένων ϲπερμάτων οἱ πρὸ ἐμοῦ πάντεϲ ἐν τῇ περὶ τῶν ἐδεϲμάτων διδαϲκαλίᾳ, διότι χρηϲιμώτατον ἐν αὐτοῖϲ τὸ τῶν ἄρτων ἔδεϲμα, διὰ τοῦτο. κἀγὼ περί τε πυρῶν καὶ κριθῶν καὶ τιφῶν ὀλυρῶν τε καὶ πρὸϲ τούτοιϲ ἔτι τῶν ὀνομαζομένων ὀϲπρίων καὶ χεδροπῶν ἐν τῷ πρώτῳ λόγῳ διελθὼν ἐϲκοπούμην. εἶτ’ ἐπὶ τὰϲ ἄλλαϲ ἐν τῷδε τῷ λόγῳ μεταβῆναι προϲήκει τροφάϲ, |ὅϲαϲ ἀπὸ φυ- τῶν ἔχομεν, εἶτ’ ἐπὶ τὰϲ ἀπὸ τῶν ζῴων, ὅϲαι χρηϲιμώτεραι τοῖϲ ἀνθρώποιϲ εἰϲί·