Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ τῶν ἐν ἑκάϲτῳ γένει ϲπερμάτων ἐμφερομένων ἑτερογενῶν τε καὶ μικτῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-8
Not analysed yet
οὔκουν ἀμελεῖν προϲήκει τοῦ καθαρὰ ποιεῖν ἅπαντα τὰ πρὸϲ ἐδωδὴν παραϲκευαζόμενα ϲπέρματα, γιγνώϲκονταϲ, εἰ καὶ τῆϲ καθ’ ἑκάϲτην ἡμέραν βλάβηϲ οὐκ αἰϲθανόμεθα διὰ βραχύτητα, τὸ γ’ ἀθροιζόμενον ἐξ αὐτῆϲ χρόνῳ πλείονι φανερὸν γενήϲεϲθαί ποτε.