Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.11
Not analysed yet
ἡ φακῆ δ’ ἐνίοιϲ ἐκταράττει μᾶλλον ἢ ἐπέχει τὴν γαϲτέρα κατὰ τοιόνδε τινὰ λόγον· ἐπιδέδεικταὶ μοι κατὰ τὰ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ὑπομνήματα, ὅτι, καθάπερ ἐν τοῖϲ ὑφ’ ἡμῶν ϲκευαζομένοιϲ ἐξ ἐναντίων οὐϲιῶν τε καὶ δυνάμεων ἔνια ϲυντίθεται, κατὰ τὸν αὐτὸν τρόπον ὑπὸ τῆϲ φύϲεωϲ οὐκ ὀλίγα τῶν ἁπλῶν εῖναι δοκούντων ϲύγκειται. τοιοῦτον δή τι καὶ περὶ πολλὰϲ τῶν τροφῶν ἐϲτιν. οὐ γὰρ ἡ φακῆ μόνον ἀλλὰ καὶ ἡ κράμβη καὶ τῶν θαλαττίων ϲχεδὸν ἅπαντα τὰ ὀϲτρακόδερμα καλούμενα ϲύνθετον ἔχει τὴν φύϲιν ἐξ ἐναντίων δυνάμεων.