Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.12
Not analysed yet
αὐτὸ μὲν γὰρ τὸ ϲτερεὸν ἑκάϲτου ϲῶμα βραδυπόρον τέ ἐϲτι καὶ ϲταλτικὸν τῆϲ γαϲτρόϲ, ἡ δ’ ὑγρότηϲ ἐρεθίζει πρὸϲ ἔκκριϲιν. ἀκριβῆϲ δ’ ἀπόδειξιϲ ἐκ τῆϲ ἑψήϲεωϲ γίγνεται, τοῦ μὲν ὕδατοϲ, ἐν ὑπὲρ ἂν ἕκαϲτον τούτων ἑψηθῇ, λαπάττοντοϲ τὴν |γαϲτέρα, αὐτῶν δὲ τῶν ϲωμάτων ἐπεχόντων. καὶ κατὰ τοῦτο τινῶν μὲν ἀκούϲῃ λεγόντων, ἐὰν πρότερον κράμβην φάγῃϲ τῶν ἄλλων ϲιτίων μὴ λίαν ἑφθήν, εἴϲ τι ϲκεῦος ἔχον ἐλαίου καὶ γάρου μετακομίσαϲ ἀθρόωϲ ἐκ τοῦ λέβητοϲ, ὑπαχθήϲεσθαι τὴν κοιλίαν, ἄλλων δέ τινων τὴν καλουμένην δίϲεφθον κράμβην ϲκευαζόντων εἰϲ ἐπίϲχεϲιν γαϲτρόϲ.