Ancient Greek · ~3 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.16
Not analysed yet
ἐπεὶ τοίνυν ἐνίοιϲ μὲν αἱ γαϲτέρεϲ ἕτοιμοι πρὸϲ ὑποχώρηϲίν εἰϲιν, ἐνίοιϲ δὲ ξηραὶ καὶ δυϲέκκριτοι, |κατὰ τὴν οἰκείαν ἑκάτεραι φύϲιν ἐπὶ τοῖϲ τοιούτοιϲ ἐδέϲμαϲι τὰ ϲυμπτώματ’ ἴϲχουϲιν, ὡϲ ἂν ἐνίοτε μὲν τῇ τοῦ χυλοῦ δυνάμει ϲυνεργούϲηϲ τῆϲ γαϲτρόϲ, ἐνίοτε δὲ τῇ τοῦ ϲτερεοῦ· δυοῖν γὰρ αἰτίων ἀνθιϲταμένων ἑνὶ τὴν μὲν νίκην ἀναγκαῖόν ἐϲτιν ἀκολουθῆϲαι τοῖϲ δύο, τὴν δ’ ἧτταν τῷ λοιπῷ. ϲυμβαίνει δὲ τοῦτο καὶ κατὰ διαθέϲειϲ τινὰϲ τῆϲ γαϲτρόϲ, οὐ φυϲικάϲ, ἀλλ’ ἐν καιρῷ τινι γενομέναϲ. ἔσθ’ ὅτε μὲν γὰρ ἀθροίζεται φλεγματώδηϲ τιϲ ἐν αὐτῇ χυμόϲ, ἔσθ’ ὅτε δὲ χολώδηϲ. καὶ τοῦ φλεγματώδουϲ αὐτοῦ τὸ μὲν ὀξὺ, τὸ δ’ ἁλυκόν ἐϲτι, τὸ δὲ γλυκύ, τὸ δ’ οὐδεμίαν ἔχον αἰσθητὴν ποιότητα, καὶ τὸ μὲν ὑγρόν, τὸ δὲ παχύ, καὶ τὸ μὲν γλίσχρον, τὸ δ' εὐσκέδαστον.