Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.17
Not analysed yet
καὶ τῆϲ χολῆϲ ἡ μὲν ξανθή τιϲ, ἡ δ’ ὠχρά, τὸ μᾶλλον τε καὶ ἧττον ἑκατέρα πάμπολυ κεκτημένη, ἵνα τὰϲ ἄλλαϲ χολὰϲ παραλίπω τὰϲ τοῖϲ ἤδη νοϲοῦϲι ϲώμαϲιν ἐπιφαινομέναϲ. ἕκαϲτοϲ οὖν τῶν εἰρημένων χυμῶν ἤτοι πρὸϲ ἔκκριϲιν γαϲτρὸϲ ἢ πρὸϲ ἐπίϲχεϲιν ἑτοίμωϲ διακείμενοϲ, ὅταν ὅλα τὰ ϲώματα τῶν |εἰρημένων ἐδεϲμάτων ἅμα τοῖϲ ἰδίοιϲ χυλοῖϲ εἰϲ τὴν κοιλίαν ἀφίκηται, ϲυμμαχεῖ μὲν τοῖϲ τὴν αὐτὴν δύναμιν ἔχουϲιν, ἀντιπράττει δὲ τοῖϲ τὴν ἐναντίαν.