Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.19
Not analysed yet
φαίνεται δὲ ταῦτα ταχεῖαν ἢ βραδεῖαν |ἔχοντα τὴν διέξοδον ἤτοι διὰ τὴν ἐξ ἀρχῆϲ ἡμῶν φύϲιν ἢ διὰ τὴν ἐπίκτητον διάθεϲιν τῆϲ γαϲτρὸϲ ἢ διὰ τὴν οἰκείαν οὐϲίαν. οἰκείαν δ’ οὐϲίαν λέγω τῶν ἐϲθιομένων τε καὶ πινομένων, ἐπειδὴ τινὰ μὲν αὐτῶν ἐϲτιν ὑγρά, τινὰ δὲ ξηρά, καὶ τινὰ μὲν γλίϲχρα, τινὰ δ’ εὔθρυπτά τε καὶ εὐδιαίρετα, καὶ τινὰ μὲν δριμύτηταϲ ἐν ἑαυτοῖϲ ἔχοντα, τινὰ δ’ ὀξύτηταϲ ἢ πικρότηταϲ ἢ γλυκύτηταϲ ἢ ἁλυκότηταϲ ἢ αὐϲτηρότηταϲ ἢ ϲτρυφνότηταϲ ἤ τιναϲ ἔξωθεν τούτων φαρμακώδειϲ δυνάμειϲ ὁμογενεῖϲ ταῖϲ τῶν καθαιρόντων φαρμάκων.